TLG 1712 001 :: THEBAÏS :: Thebaïs (fragmenta) Thebaïs (fragmenta) frr. 1–4, 7, 10 Citation: Fragment — (line) | ||
t | ΘΗΒΑΙΣ | |
1 | Ἄργος ἄειδε, θεά, πολυδίψιον, ἔνθεν ἄνακτες | 22 |
2 | αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδηι καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου. | |
5 | αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῶι, | |
---|---|---|
αἶψα δὲ παισὶν ἑοῖσιν ἐπ’ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο· θοὴν δ’ οὐ λάνθαν’ Ἐρινύν· ὡς οὔ οἱ πατρώϊ’ ἐνηέι 〈ἐν〉 φιλότητι | 23 | |
10 | δάσσαιντ’, ἀμφοτέροισι δ’ ἀεὶ πόλεμοί τε μάχαι τε | |
3 | ἰσχίον ὡς ἐνόησε, χαμαὶ βάλεν εἶπέ τε μῦθον· | |
‘ὤ μοι ἐγώ, παῖδες μέγ’ ὀνειδείοντες ἔπεμψαν ...‘ | 24 | |
2 | * εὖκτο Διὶ βασιλῆϊ καὶ ἄλλοις ἀθανάτοισι χερσὶν ὑπ’ ἀλλήλων καταβήμεναι Ἄιδος εἴσω. | |
4 | πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ’ ἥρως, τοῖσιν ἐφαρμόζειν, τῶν κεν κατὰ δῆμον ἵκηαι, | |
ἄλλοτε δ’ ἀλλοῖος τελέθειν καὶ χώρωι ἕπεσθαι. | 25 | |
7 | εἵματα λυγρὰ φέρων σὺν Ἀρίονι κυανοχαίτηι | 26 |
10 | ἀμφότερον μάντιν τ’ ἀγαθὸν καὶ δουρὶ μάχεσθαι | 28 |